domingo, 27 de septiembre de 2009

CANCIÓN DE DEMÓDOCO

Pronunciación antigua.

http://www.oeaw.ac.at/kal/sh/


http://mc.delendis.com/2007/09/30/%C2%BFcomo-cantaba-un-aedo-la-voz-de-demodoco/

Dos profesores austríacos, Georg Danek y Stefan Hagel, recogen una reconstrucción de cómo sonaría la voz de un aedo cantando relatos épicos. El ejemplo es el comienzo de la deliciosa canción de Demódoco sobre los amores prohibidos de Ares y Afrodita (Od. 8, 267ss.).

ἀμφ’ Ἄρεος φιλότητος ἐϋστεφάνου τ’ Ἀφροδίτης,
ὡς τὰ πρῶτ’ ἐμίγησαν ἐν Ἡφαίστοιο δόμοισι
λάθρῃ· πολλὰ δὲ δῶκε, λέχος δ’ ᾔσχυνε καὶ εὐνὴν
Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν (270)
Ἥλιος, ὅ σφ’ ἐνόησε μιγαζομένους φιλότητι.
Ἥφαιστος δ’ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
βῆ ῥ’ ἴμεν ἐς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων·
ἐν δ’ ἔθετ’ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
ἀρρήκτους ἀλύτους, ὄφρ’ ἔμπεδον αὖθι μένοιεν. (275)
αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
βῆ ῥ’ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνια κεῖτο·
ἀμφὶ δ’ ἄρ’ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ,
πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
ἠΰτ’ ἀράχνια λεπτά· τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο, (280)
οὐδὲ θεῶν μακάρων· περὶ γὰρ δολόεντα τέτυκτο.
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
εἴσατ’ ἴμεν ἐς Λῆμνον, ἐϋκτίμενον πτολίεθρον,
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
οὐδ’ ἀλαὸς σκοπιὴν εἶχε χρυσήνιος Ἄρης, (285)
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·

No hay comentarios:

Publicar un comentario